πρέσβεις, ὁ δ’ ὧν ἐπήγγειλεν ἀτυχήσας εὐθὺς ἐπῄει τὰ ὅπλα, ἡνίκα τοὺς πρέσβεις ἀπέστειλεν, ἐν ταῖς χερσίν, ὡς εἰκός, ἔχων, ὅπως ὑμῖν ἀπαρασκεύοις ἐπί- θοιτο. καὶ αὐτίκα μεστὴ μὲν ἦν ἡ χώρα τῶν πολεμίων, οἶ γεωργοὶ δὲ ὅ τι ἠδύναντο τῶν σκευῶν ἄγοντες εἰς
1 2 ἄστυ συνέρρεον καὶ ἐξιέναι μὲν καὶ μάχεσθαι προ- εμπεσόντος τοῦ πολέμου καὶ τῶν δεινῶν οὐκ ἐνῆν, κατακεκλεισμένους δὲ τῶν τῆς πολιορκίας ἀνέχεσθαι κακῶν ἔδει. ἦν δὲ βαρέα μὲν τὰ παρόντα, φοβερὰ δὲ
τὰ μέλλοντα, σύμμαχος δὲ οὐδαμόθεν, ὁ τύραννος δὲ μέγας. καὶ βοὴ μὲν παρ’ ἐκείνοις ἡ τῶν πολιορκούν- των, ἀθυμία δὲ παρ’ ἡμῖν ἡ τῶν συγκεκλεισμένων.
ἐμαυτῷ διελεγόμην ὡς ἄν τις ἑταῖρος ἑταίρῳ. ὦ πα- τέρων, ἔφην, δυστυχέστατε σύ, ὦ κατὰ σαυτοῦ τε καὶ τῆς πατρίδος κάλλος υἱέος κτησάμενε, τὴν μὲν περιεστηκυῖαν τὸ τεῖχος στρατιὰν ὁρᾷς καὶ τὸν μανίας γέμοντα τύραννον καὶ τοὺς
ἅπαντα ποιεῖν ὄντας ἑτοίμους ὑπὲρ ἐρῶντος δεσπότου καὶ ὧς οὐκ ἔστι σωθῆναι τῇ πόλει τοῦ κακοῦ προἰόντος. τούτων δ’ αἴτιος παῖς ὁ 3 4 5 σὸς καὶ τὸ τοῦ παιδὸς κάλλος. κἂν μὴ τοῦτο ἤ ἀπόληται ἢ τοῦ τυράννου γένηται, λύσις οὐκ ἔστι τοῖς παροῦσιν. ἐπεὶ οὖν ἡ μὲν ὕβρις ἀφόρητον, ἡ τελευτὴ δὲ οὐ τοσοῦτον, σωσάτω τὴν πόλιν μετὰ τῆς αὑτοῦ σωφροσύνης.
Declamatio 42. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.