σοῦντας ἢ τὸν μάγον καὶ τὰ παρὰ τοῦ μάγου καὶ ὧς ἐπαγγέλλεται καὶ ὧς ἴσως τι πράξει; καὶ πῶς οἴσετε τῶν καμνόντων τὸν ὀδυρμόν; τὸν τοῦ γόητος περὶ πλείονος ὧν ἐγεννήσατε πεποιῆσθαι δόξετε.
μονοῦντας, τὸν μὲν ἐπ’ ἀδελφῷ, τὸν δὲ ἐπὶ γυναικί, τὸν δὲ ἐπὶ τέκνῳ, τὸν δὲ ἐπὶ τούτοις ἅπασι. βούλεσθε οὖν τούς τε οὔπω θρηνοῦντας ταὐτὰ παθεῖν τοῖς τε ἤδη πεπληγμένοις προστεθῆναι μείζω; μή, πρὸς τῶν πολλῶν τάφων, ἀλλ’ ἐλεήσατε μὲν τοὺς ἀσθενοῦντας,
ἐλεήσατε δὲ τοὺς οὔπω. ἥξει γάρ, ἥξει βαδίζον τὸ κα- κὸν ἐφ’ ἅπαντας, | ἂν μὴ σταθῇ τῷ ξίφει. οὐδὲν 1 δεινὸν οὐδ’ ἐλεεινὸν ὁ μάγος πείσεται μετὰ τῶν πολ- λῶν πατέρων ζητῶν τὸν ἑαυτοῦ οὐδ’ ἂν δίκαιος εἴη πρὸς ἡμᾶς λέγειν· σώσατε τὸν ἐμόν, τοὺς ὑμετέ-
2 3 4 ῥοῦς πρόεσθε. ταῦτα γὰρ αἰτεῖ, κἂν τὰ ῥήματα φεύ- γῃ.
Declamatio 41. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.