φιλονεικεῖς καὶ δυσσεβῆ τινα παλαιὸν μιμῇ τοξότην, ὃν οἱ ποιηταί φασιν ἀντάρασθαι τῷ θεῷ τόξον; καὶ σὺ νῦν ἀνταγωνίζῃ τῷ μαντείῳ, διαφέρει δὲ τοσοῦτον ὅσον ὁ μὲν αὐτὸς ἐμαίνετο μόνος, σὺ δὲ καὶ τὸν δῆ- μον ἀξιοῖς. ἢ ταῦτα, ὦ πολῖται, σωφρονούντων ἀνθρώ-
πων; βουλεύεταί τις περὶ τῶν ἀνῃρημένων δέον προσ- θεῖναι τὸ ἔργον καὶ κατέχει λοιμὸν ὅν ἔχει λῦσαι καὶ τὰ ὦτα παραδίδωσι λόγοις ἀνθρώπων ἀκηκοὼς θείων λογίων καὶ βούλεται ἀπελθὼν οἴκαδε τοὺς αὑτοῦ νο- 1 2 σοῦντας ἐπιδεῖν ἐξὸν ὑγιαίνοντας;
Declamatio 41. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.