ποιεῖν πεφυκότες τέρπονταί τε τοῖς ὑπὸ τούτων δρω- 1 μένοις καὶ συγκαταπράττουσι | τὰ δεινὰ δὴ ταῦ- τα καὶ ἀπολλύντα ἀνθρώπους. μεθ’ ὧν οὗτοι διιστᾶσι 2 3 φίλους, ἐκπολεμοῦσι πρὸς αὐτὴν συγγένειαν, πλοῦτον διεσκέδασαν, πενίαν ἐπήνεγκαν, ὀφθαλμὸν ἐξέκοψαν, γλῶτταν ἀπέστρεψαν, κωφὸν ἀπέφηναν, πόδας ἔδησαν, χεῖρας ἐπήρωσαν, σῶμα συνέτηξαν, πολλὰ πρὸς τού- τοις, ἃ ὅπως μὲν δύνανται καὶ τί ποιοῦντες ἢ λέγον-
τες, οὗτος μὲν οἶδε καλῶς, ἐγὼ δὲ οὐ μεμάθηκα μηδὲ μάθοιμι. ταῦτα δ’ οὖν ἐστι τὰ τῆς τούτων συμμορίας καὶ τοῦτο ἔργον τῆς καλῆς ταύτης τέχνης.
Declamatio 41. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.