τας ἐλέγξειν; πῶς δ’ ἂν οὐ μᾶλλον ἀπέπνιξας τοὺς τὴν σὴν βασκαίνοντας δύναμιν, εἰ ταύτην ἔδειξας ἐπὶ τῷ τῆς πόλεως ἀγαθῷ κεκτημένος; ἐγὼ πρῶτος ἀναστὰς ἐκάλουν ἂν ἐκείνους λοιμοὺς καὶ τῆς πόλεως ἐχθροὺς καὶ τιμωρίαν ἀπῄτουν. ἀλλ’ οὐ τὸν φθόνον ἐδεδίεις.
πόθεν; ἀλλ’ ᾔδεις οὐδὲν ὄν παρὰ σαυτῷ τοσοῦτον. διὰ τοῦτ’ ἐπῄνεις ἡμᾶς παρὰ τὸν θεὸν βαδίζοντας.
ἐστιν ἀνελεῖν μὲν συμφορὰν οὐκ ἔστι, ῥάψαι δὲ καὶ κατασκευάσαι. διὰ τοῦτο τῶν μισουμένων μᾶλλόν εἰσιν ἢ τῶν τιμῶν ἀξιουμένων. εὐδαίμονα μὲν γὰρ ἐποίησαν οὐδένα, πολλοὺς δὲ ἀθλίους.
Declamatio 41. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.