μικρὸν χωριζόμενος, συνεξιὼν οἴκοθεν, συνεισιὼν οἴ- καδε, μονονοὺ συμπεφυκώς, δουλεύων ταύτην τὴν ἡδίστην δουλείαν, ἂν ἄρα ἀναμάρτητος εἶναί σοι δόξω καὶ μὴ πρῶτος πατέρων κατ’ ἐμοῦ χρήσῃ τῷ νόμῳ.
καὶ τί μὴ ποιῶν ἐγὼ διαφεύξομαί σου τὴν δεξιάν; κἂν μὴ πείθωμαι πᾶν ὅσον καλόν, ἀπόκτεινον. οὐ δεῖ με- μνῆσθαί με χωρίων; οὐ μεμνήσομαι. οὐ δεῖ προσ- άπτεσθαι χρημάτων; οὐ προσάψομαι. οὐ δεῖ προστάττειν οἰκέταις; οὐκ ἐπιτάξω. λῄδιον δεῖ φοροῦντα ἀνέχεσθαι;
ἀνέξομαι. λιμώττοντα φέρειν; οἴσω. σιγᾶν; οὐ φθέγξο- μαι. χαμαὶ καθεύδειν; τοῦτο ποιήσω. πάντα σοι χαρι- οῦμαι ταῦτα. καὶ οὐκ ὄψει με περὶ ταῦτα θρασύν. μοι- χοὺς δὲ ἐξέστω μοι μισεῖν καὶ νόμους κατ’ αὐτῶν γράφειν.
Declamatio 39. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.