πολιτείαν καὶ νόμισον ἄλλος γεγονέναι τήμερον. προσ- ἐρχου τῷ δήμῳ, λέγε γνώμας ἐν τῇ βουλῇ, πρέσβευε, στρατήγει, ποίησαί τινα καλὴν ἀποδημίαν. μέλει μέν σοι τῆς ἐμῆς γυναικός, οἶδα καὶ οἵδε πάντες τοῦτο
ἴσασι καλῶς ὧς πολὺ τῶν ἄλλων κηδεστῶν ἐν τοῖς 2 3 4 πρὸς ἐκείνην διήνεγκας, ἀλλ’ ἱκανὴν ἐκεῖθεν δόξαν ἐσχηκὼς κτῆσαι τὴν ἀπὸ τῶν μειζόνων, ἄλλως θ’ ὅτε καὶ παῖδα παρέσχου τῇ πόλει νόμους δυνάμενον γρά- φειν.
Declamatio 39. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.