τίς μου καταμαρτυρήσῃ παρελθὼν ἢ δοῦλος ἢ ἐλεύθε- ρος, γράψον, εἴπερ οἷόν τε, τούτου χαλεπώτερον κατὰ τῶν παίδων νόμον.
ἔστι τις ἡμῖν ἐπὶ τῆς οἰκίας πόλεμος δεόμενος ὀξείας σφαγῆς ἣν δεῖ πεπρᾶχθαι πρίν τινα εἰδέναι διότι;
μίζειν. ἢ οὐκ οἴει τούτων πολλούς, τοὺς μὲν πρὸς ἑαυτὸν ἕκαστον, τοὺς δὲ πρὸς ἀλλήλους, πολλὰ τοιαῦ- τα λέγειν ἃ οὐκ ἄν ποτε ἐγὼ φθεγξαίμην; ἃ γὰρ οὐδ’ ἀκοῦσαι φορητόν, πῶς ἂν ταῦτα εἰπεῖν ὑπομείναιμι; πλὴν τοσοῦτον ἐρῶ ὅτι τούτων οἱ μὲν ἀδικεῖν ἐμὲ
νομίζουσι καὶ πρὸς τοῦτον σὲ τὸν νόμον ἁμαρτάνοντα ἐπηρκέναι, ἕτεροι δέ γε ἴσως ἀδικεῖσθαί μέ φασι καὶ δυστυχεῖν καὶ διὰ τοῦτο μισεῖσθαι.
Declamatio 39. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.