καὶ ἄφωνος ἦν καὶ ἄμην δεῖν τῇ τούτου γνώμῃ γα- μεῖν. ἐλάβομεν τὴν νύμφην, ἠγάγομεν, εἴχομεν. ἆρ’ οὖν τι μετὰ ταῦτα ἠδίκουν; εἰπάτω.
τὴν ἐξέτασιν. οὐχ ὁμοίως ἀμφοῖν ἐπεμελήθη; οὐχ ὥσπερ τῶν ἐμῶν, οὕτω καὶ τῶν σῶν ἐφρόντισε, τροφῆς, ἐσθῆ- τος, εὐνῆς; οὐχ ἡδονῆς ἐκοινώνησέ σοι | καθάπερ 1 ἡ μήτηρ πρότερον; οὐκ εἰσιόντα ἔξωθεν προσιοῦσα ἐθεράπευσεν; οὐκ ἐξιόντα προὔπεμψεν εὐχομένη ταχέως
ἐπανελθεῖν; οὐκ ἄδηλόν σοι κατέστησε τῆς ἐμῆς μη- τρὸς τὴν τελευτὴν πάντα ποιοῦσα τἀκείνης;
Declamatio 39. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.