μοι γεγονέναι τὸ περὶ τὸν νόμον ἐκεῖνον. εἰ γὰρ καὶ 1 2 μὴ γενέσθαι κύριος ἠδυνήθη διὰ τὰς ἐν τοῖς ἀγῶσι τούτου φιλοτίμους ἁμίλλας, ἀλλ’ ἄμεινόν γε περὶ τῶν ἐμαυτοῦ μεγάλων κακῶν ἐδίδαξε, καὶ δέδωκεν οὐ μικρὰν ἀπόδειξιν εἰς τὴν νυνὶ ταύτην κατηγορίαν ἡ κατὰ τοῦ νόμου τότε παρὰ τούτου γεγενημένη. ὃς γὰρ μόνος ἐξ
ἀπάντων τῶν πολιτῶν ἔδεισε μὴ γένηται τοῖς περὶ τὰς γυναῖκας ἀδικουμένοις ἡμῖν κατὰ τῶν ἀδικούντων ἐξουσία τοῦ φόνου, πῶς οὐ σαφῶς ὡμολόγησεν ἐμὲ μὲν εἰκότως τὰ τοιαῦτα νομοθετεῖν, αὑτῷ δὲ καὶ πε- πρᾶχθαί τι τοιοῦτον καὶ τολμᾶσθαι καὶ οὐδὲ λήξειν;
μὲν γὰρ ἐμὰ κακά, κἂν μυριάκις οὗτος ἀποθάνῃ, με- νεῖ καὶ οὐδεὶς ἂν δικαστὴς οὐδὲν αὐτῶν λῦσαι δύναι- το, τοῖς δ’ οὔπω τούτου πεῖραν ἐν ταῖς ἑαυτῶν εἰλη- φόσι γυναιξὶν ὑπάρξει τὸ μηδὲ λαβεῖν ποτέ.
Declamatio 38. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.