XXXVIII.
Φήμη ἦν συνεῖναι τὸν πλούσιον τῇ τοῦ πἐνη- τος γυναικί. ἔθηκεν ὁ πένης νόμον κελεύοντα τοὺς μοιχοὺς ἀκρίτους ἀποκτιννύναι. ἐγράψατο ὁ πλούσιος. εἷλε καὶ κρίνει αὐτὸν ὁ πένης μοι- χείας.
Ἡ μελέτη.
εἰν, δέομαι πάντων ὑμῶν ἐνθυμηθέντας ὡς εἰσὶ καὶ ὑμῖν γυναῖκες οὕτω ποιήσασθαι τὴν ἀκρόασιν καὶ μὴ ταὐ- τὸν παθεῖν τοῖς περὶ τοῦ νόμου δικάσασιν ἐκείνοις, ἐν οἷς ἐγὼ καὶ δικαιότατα καὶ πάσῃ συμφέροντα Γῇ πόλει λέξας τούτου καὶ τῆς τούτου δεινότητος καὶ
παρασκευῆς ἀπῆλθον ἡττηθείς. ἐξ ὧν συνέβη τοῦτον 10 μὲν φρονῆσαι μέγα, | τοὺς δὲ ἐψηφισμένους ὑπ’ ἐνίων ἀκοῦσαι κακῶς, ὡς ἄρα τὴν πρὸς τὸν πλούσιον χάριν περὶ πλείονος αὑτῶν τε καὶ γυναικῶν καὶ παί- δων πεποίηνται.
Declamatio 38. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.