εἰ γὰρ καὶ τιμωρίας ἦν ἄξιος τῷ τὸν λιμὸν εἰσαγαγεῖν, ἀλλ’ ὅμως ᾤμην δεῖν τὴν ἐπ’ ἐκείνοις αἰτίαν ἀφιέναι τουτοισὶ τοῖς ὕστερον. ὁ δὲ ἦν ὁ αὐτὸς ἢ καὶ χαλε- πώτερος. ἡγουμένων γὰρ ὑμῶν ἐπίδοσιν εἶναι τὸ πρᾶγμα καὶ ψυχῆς ἐπισταμένης εὖ ποιεῖν τὴν ἑαυτοῦ
τιμῆς εὐθὺς ὥσπερ τις κάπηλος ἐμέμνητο πρὸς ὑμᾶς, ὡς μὲν αὐτὸς ᾤετο, μικρᾶς, σώματος ἑνὸς τῶν πολι- τῶν, ὡς δὲ ὑμεῖς ἐδείξατε, μεγάλης.
Declamatio 35. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.