πυρῶν τὰ ταμιεῖα καί τι παρὰ τῶν ὡρῶν ἀντέκρουσεν, ἐνταῦθα ἤδη διακαλύπτει τὸ σόφισμα καὶ ἐφ’ ὅτῳ πάντ’ ἐκεῖνα ἔπραττεν ὁμολογεῖ. συνειλεγμένων γὰρ ὑμῶν εἰς ἐκκλησίαν καὶ περὶ τούτων σκοπουμένων φθάσας τοὺς οὐδεπώποτε ἡμᾶς, ὦ βουλή, προεμένους
1 ῥήτορας τί ζητεῖτε, φησί, τροφάς; ποῦ νῦν εἰσιν οἱ δημαγωγοὶ οἱ κακῶς ἡμᾶς λέγοντες τοὺς πλουσίους; λυσάτωσαν τοῖς πολλοῖς λόγοις αὑ- τῶν τὴν συμφοράν. ἀθύμως δὲ ὑμῶν πρὸς τοῦτο
διατεθέντων ἀλλ’ οὐδὲν δεῖ δεδιέναι, φησίν. ἐγὼ γὰρ ἐκεῖνος ὁ μισόδημος σίτου τήμερον ὑμῖν ἐμπλήσω τὴν ἀγοράν.
Declamatio 35. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.