τὸν ἀριθμὸν τῶν ταλάντων οἷς ἐπηύξηκέ μοι τὸν οἶκον ὁ παῖς. ἐφ’ οἷς ἔγωγε ἀποπνίγομαι, καὶ οὐκ ἔστι μοι παρεξιέναι τὴν οἰκίαν τὴν ἐκείνου γυμνῇ τῇ κεφαλῇ. καὶ γὰρ αὖ καὶ αἱ θεράπαιναι τοῦ θεοῖς ἐχθροῦ παραν- οίξασαι τὰς θύρας βάλλουσι καὶ αὐταὶ σκώμμασι. τίς
ἀνάσχοιτ’ ἂν τὴν κωμῳδίαν; εἰ μὴ τεθνήξομαι, ὦ δι- κασταί, φεύγων οἰχήσομαι. μικρά γε ἠδικημένος ἀγαν- ακτῶ; φύλλα τῆς ἐλαίας ἀντὶ χρημάτων ἐνεγκὼν τῷ πατρὶ θαυμαστὸν εἰ μισεῖται;
νόμον. οὐκοῦν καὶ ἐμοὶ κατὰ τὸν νόμον ἐκβάλλειν. ἢ σοὶ μὲν ἐκεῖνος ἰσχυρός, ἐμοὶ δὲ οὗτος ἀσθενής; σύν- ιστε, πρὸς Δῖός, ὡς αὐτοῖς οἶς ἀγωνίζεται τὸ δεῖν ἀποκηρύττεσθαι βεβαιοῖ; ὁ γὰρ πατρὸς ἐφεστηκότος ἐξουσίας μεμνημένος ἄλλης οἰκίας δεῖται. ὥσπερ γὰρ 4 5 τὸν οὐ πειθόμενον ἵππον τῷ χαλινῷ, θέοντα δὲ ἀτά- κτῳ φορᾷ μᾶλλον ἢ τῇ τοῦ ἄγοντος γνώμῃ τῶν ἀχρή- στων ἔν τι νομίζομεν καὶ συμφορὰν τὸ κεκτῆσθαι, οὕτω καὶ παῖς εἰς ἐξουσίαν ἥκειν ἡγούμενος ἀπελαυνέσθω. δῆλος γάρ ἐστι καθεκτὸς οὐκ ἔτ’ ὤν. καὶ ὑμῖν δὲ
συμφέρει τοῦθ’ οὕτω κρατεῖν καὶ μὴ ἀναπτερωθῆναι τοὺς ὑμετέρους παῖδας ὑπὸ τῆς τούτου θρασύτητος.
ἐμοὶ δοκῇ, τυρὸν ἴδῃ καὶ ἄρτον ἢ κάρδαμόν γε καὶ μᾶζαν. ἐν χαμευνίῳ δεῖ σε καθεύδειν, ἢν κελεύω, καὶ πάλιν ἐπὶ κλίνης, ἢν ἐπιτρέπω.
Declamatio 33. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.