τί ἠδίκημαι. ἃ ἐχρῆν με ἔχειν οὐκ ἔχω. μείζω πληγῶν, ὦ παῖ, τετόλμηταί σοι. φορητὸς ἂν ἦσθα παίων, εἴ με εἰργάσω πλούσιον. ἡδόμην ἂν ῥαπίζοντος καὶ προπη- λακίζοντος. καὶ πάντα ἂν ἦν μοι διὰ τὸ χρυσίον μέτρια. νῦν δὲ ἀπέκτονάς με. διὰ σὲ γὰρ τεθνήξομαι.
οὐχ ὁρᾶτε, ὦ δικασταί, τὸ σῶμα ὡς συντέτηκέ μοι; οὐχ ὁρᾶτε ὡς ἀσθενὲς φθέγγομαι | καὶ ἀπολω- 1 λός; κακόσιτός εἰμι, φεύγω τὰς συνουσίας, ἀγρυπνίᾳ ταλαιπωροῦμαι. τὸν κατάγελων οὐ φέρω.
Declamatio 33. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.