νοῦ καὶ ἐμὲ καὶ τὴν μητέρα καὶ τὴν γῆν καὶ τὸν ἥλιον καὶ σαυτόν, ἢν μὴ μείζω ποιῇς παρ’ ἡμέραν τὴν οὐσίαν λαμβάνων, αἰτῶν, εἰσπράτ- των, ἀγείρων, πάντα εἰς τὴν κερδαίνουσαν πή- ραν ὠθεῖν ἀξιῶν. ἔρρωταί σοι τὸ σῶμα. δύνασαι
πονεῖν. ἔστιν ἡμῖν χωρίον. ὁρᾷς τὴν ἐμὴν ὁδόν. μὴ γένῃ κακὸς εἰς τὸν ζῆλον. μᾶλλον ὑπόμεινον πλῆθος τραυμάτων ἢ δραχμῆς ἀποστῆναι. τὰ μὲν γὰρ ἴασιν δέχεται μικρῷ φαρμάκῳ, τὰ δὲ οἴχεται.
ἐνοχλεῖν. ἐωνῆσθαι πανοπλίαν οὐκ ἤρκει, ἀλλ’ ἔδει καὶ τὸν τῆς ἀσπίδος ὀμφαλὸν ἐξαλείφειν χρυσῷ καὶ τῷ κράνει τὸν λόφον. οὗτος δ’ ἐπ’ ἐμοὶ φιλοπόνως ἐγυμνάζετο. ὅσα γὰρ ἐν τῷ πρόσθεν ἅπαντας ἔβοσκε,
ταῦτα ἂν μόνος καταφαγὼν ἔτι προσεδεῖτο. οὕτω πολυ- βορώτατος ἡμῖν ὑπὸ τοῦ μελετᾶν ἐγεγόνει.
Declamatio 33. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.