ἐκείνη συνεχὴς ὑποθήκη· ὦ παιδίον, τῶν ἰχνῶν ἔχου τῶν πατρικῶν καὶ τῶν κειμένων τῇ πόλει νόμων μηδὲν ἥττω νόμον τὸν ἐμὸν ἡγοῦ τρό- πον. οὗτος δέ ἐστι τῶν μὲν ὄντων φείδεσθαι, τοῖς δ’ οὖσι προστιθέναι. ἵππους μὲν ἀδηφα-
γοῦντας φεῦγε, στέργε δὲ τοὺς ὑλαγωγοῦντας ὄνους καὶ τούτων τοὺς ἀχύροις ζῆν ἀγαπῶντας. τῶν οἰκετῶν τοὺς μὲν ἀργοῦντας ἐλευθέρους ἀφιέναι, κρεῖττον γὰρ ἢ τρέφειν· παρ’ ὧν δὲ πρόσοδος, ἐν ἴσῳ τοῖς γονεῦσιν ἄγειν. τοῖς 1 2 τῶν δανειζομένων δάκρυσι μηδὲν ἐνδιδόναι, νομίζειν δὲ τοὺς τόκους τῶν ἀρχαίων μέρος. καλὸν μὲν οὖν καὶ ἡ τῶν ὑπαρχόντων φυλακή, πολλῷ δὲ ἥδιον ἡ κτῆσις.
Declamatio 33. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.