χαλκοῦς κἂν ὅ τι δήποτε ᾖ τῶν ἐλαττόνων. νόμον τέθεικα καὶ τῷ νόμῳ καὶ ὅρκον προσέθηκα τὸ τεθὲν ἅπαξ μηδενὶ τρόπῳ τῆς οἰκίας τῆς ἐμῆς προεξελθεῖν, ἀλλὰ κἂν λιμῷ δέῃ τεθνάναι, τοῦ κειμένου μὴ ἅψα- σθαι, ἀλλ’ ὥσπερ ἱερὸν ἄσυλον καὶ ἄψαυστον ἐᾶν,
πλὴν ὅσον ἀπαριθμήσασθαι δὶς ἢ τρὶς τῆς ἡμέρας καὶ ὅσον χθὲς ἦν καὶ ὅσον προσέθηκα τήμερον καὶ ὅσον αὔριον δεῖ γενέσθαι συλλογισάμενον ἀπελθεῖν μὴ οἰ- κέτῃ, μὴ φίλωι μὴ συγγενεῖ πόσον τέ ἐστι καὶ ποῦ τὰ νῦν κατάκειται φράσαντα τοῦ τε μὴ ἐπιβουλεύεσθαι
χάριν καὶ τοῦ μὴ αἰτεῖσθαι παρὰ τῶν τότε φασκόντων εἶναι φίλων καὶ συγγενῶν, ὅταν ἐπηρεάσαι τι δέῃ. ᾐδέσθην μὲν γὰρ οὐδ’ ἂν ἔνα αὐτῶν οὐδ’ ἂν ῥύπον 6 7 8 ἀργυρίου προηκάμην τινί, τουτὶ γάρ ἐστιν ἀργύριον ἀγαπᾶν ἀνθ’ αὑτοῦ, ἴνα μὴ ἐνοχλοῖεν ὅλως μηδὲ προσ- ίοιεν μηδὲ δὸς λέγοιεν, πολεμιώτατον ὄνομα ἀκούειν ἐμοί, οὐδ’ ὅτι κέκτημαι κατάδηλος εἶναι βουλόμενος.
ἐπειδὴ προιὼν τοῦ τε βίου καὶ τῶν φιλτάτων χρημά- των διὰ τὴν χρηστὴν ἐρωμένην στερήσομαι, ὑμῖν ὥσπερ τινὰ κλῆρον τὴν περὶ τοῦ κτᾶσθαι διδασκαλίαν καταλιπεῖν, μὴ οὖν δὴ οἴεσθε πολεμιώτερον εἶναί τι τοῖς πλουτεῖν βουλομένοις τοῦ σφόδρα εὐχερῶς καὶ
ἀνοήτως τὸ ἅπαξ εἰς τὰς χεῖρας ἐλθὸν αὖθις προΐε- σθαι, ἀλλ’ εἶναι δύο ταύτας ἀρχὰς πλούτου συλλογῆς μήτε προσιόντος κέρδους καταφρονεῖν κἂν σφόδρα μικρὸν δοκῇ τισιν ἄλλοις, οὐ γὰρ ἔμοιγε μικρόν τι πώποτε κέρδος ἐφάνη, καὶ τὸ ἅπαξ δοθὲν ἀπρὶξ κατέ-
’χειν καὶ ὡς ἔν τι τῶν φιλτάτων ἀεὶ περιέπειν.
Declamatio 32. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.