τὸν μὲν ἀγαπῶντα ἐμὲ καὶ περὶ πλείστου τὸ ἐκείνου πρᾶγμα τιθέμενον καὶ τῆς ψυχῆς ταυτησὶ προτετιμη- κότα μήτε ἀνταγαπῶν παραπλησίως μήτε ἁδραῖς ταῖς χερσὶ περιβάλλων, ὥσπερ εἰκὸς ἦν τὸν ὅλον πρὸς αὐτὸν κεχηνότα, πρὸς δὲ τοὺς μεθ’ ὕβρεως ἐξωθοῦντας
αὐτὸν καὶ ἀσελγῶς ἀεὶ κεχρημένους πολλάκις εἰσοικι- ζόμενος καὶ πληρῶν αὐτοῖς τὰ πάντα χρυσίου.
Declamatio 32. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.