1 2 3 4 καὶ ὅλον ἀναρτήσας τῆς ἐρωμένης ἐπὶ τὸ κιβώτιον ἄγει καὶ ἀνοίγειν κελεύει καὶ κενώσαντα φέρειν τῇ πάντα εὐτυχεῖ γυναικί, νῦν δὲ ἀνοίγοντα τρόμος λαμ- βάνει τοῦ τε ἄλλου σώματος καὶ μάλιστα τῆς χειρός,
ἡ δὲ βάλανος οὐχ ὑπείκει μοι πρότερον ἡ φιλτάτη μόνον οὐκ ἀφ’ αὑτῆς ἀνοιγομένη, εἴ ποτε ἐμβαλέσθαι χρυσίον ἐδέησεν. ὀψὲ δὲ μόλις ἀνοίξαντος μάχη τοῖν δυοῖν ἐρώτοιν γίνεται καρτερὰ καὶ ὁ μὲν κλείειν, ὁ δ’ ἀνοίγειν κελεύει. καὶ τοῦτο πολλάκις ἑκάτερος, ἀεὶ δ’
ἐπικρατεῖ καλῶς ποιῶν ὁ τοῦ κιβωτίου καὶ θᾶττον τοῦ αἵματος ἢ χρυσίου μοι μεταδοῦναί τινι συγχω- ρεῖ.
Declamatio 32. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.