ἀλῶν καὶ ἄρτου βραχέος ἐμφαγὼν ἐκαθεύδησα καὶ οὕτω δύο ἡμερῶν ἐταμιευσάμην μίαν ἑστίασιν φίλου. πολλάκις δ’ ἄν, ὦ βουλή, καὶ τῶν κρεῶν μοῖραν οὐκ ὀλίγην λαβὼν καὶ ἄρτων πλειόνων ἔδωκα τῷ παιδὶ 1 2 καὶ εἷπον μὲν φαγεῖν, ἔνευσα δὲ τηρεῖν Ι κᾆτ’ RIV 834 ἐτρύφων πολλῶν ἑξῆς ἡμερῶν μηδὲν ζημιούμενος.
πάθος ἐμπεσὼν ἐκ κόρου τικτόμενον. ἐκεῖθεν ἡμᾶς, ἐκεῖθεν ὁ Ἔρως ἐνήδρευσε μαλακωτέραν ποιῶν τὴν ψυχὴν καὶ συνεθίσας ὄψων πρῶτον ἐρᾶν. οἶδα γοῦν τοὺς ὀφθαλμοὺς τοῖς κατ’ ἀγορὰν ὠνίοις ἐπιβαλὼν καὶ μηκέτ᾿ εὐχερῶς ἀπαγαγών, ἀλλ’ ἔπαθόν τι πρὸς
αὐτὰ πάθος ἀσύνηθες. ἐπῄνεσά τε αὐτὰ καὶ ἡδέως ἂν ἔφην φαγεῖν καὶ τὸ βαλάντιον λύειν ἕτοιμος ἐγενόμην, ἐν δὲ τῷ λύειν πολλάκις μὲν ἀνανήψας ἐπέπληξα ἐμαυ- τῷ τί τοῦτο, εἰπών, ὦ κακόδαιμον; οὐ μενεῖς ἐπὶ τῆς συνήθους διαίτης; οὐ διαρραγήσῃ πρό-
τερον ἢ ταυτὶ προτιμήσεις τοῦ κερματίου; πολ- λάκις δὲ καὶ ἡττήθην, ὁμολογῶ.
Declamatio 32. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.