καὶ τὴν ῥῖνα εὐφραίνουσιν, ἐσθίει δὲ ὁ διδοὺς ὀβο- λούς. ὅσα δ’ ὧς ἄχρηστά μοι παραμένει, τοῖς οἰκέταις δίδωμι καὶ τῆς τροφῆς ὑφαιρῶ. ἐγὼ καὶ τὰ φύλλα τῶν δένδρων οὐκ ἐῶ τοὺς ἀνέμους ἐπὶ πέδον βάλλειν καὶ καταχεῖν, ἀλλ’, εἰσὶ γὰρ οἱ καὶ τούτων δέονται
πρὸς νόσου παραμυθίαν, ἀπεμπολῶ κερματίου, καὶ διὰ χρόνου καὶ οἱ κιττοὶ ἐν ταῖς τῶν θεῶν ἑορταῖς πληροῦσί μοι βαλάντιον ὅλον.
1 2 3 γεωργῶν ἀναλώμασι καὶ τότε με μόνον ἡ γαστὴρ οὐ πορθεῖ. ὢν δὲ ἐν ἄστει, φεῦ, δασμὸν αὐτῇ παρέχω τὰς τροφάς. οὐδὲ γὰρ ἀνέχεται παραινοῦντος πολλάκις ἀρκεῖσθαι τῷ ἀέρι καὶ μὴ εἶναι χείρω τῶν τεττίγων
οἳ τῇ δρόσῳ τρέφονται μόνῃ, ἀλλὰ δεῖται ἄρτου, φα- κῆς, κρομμύων, ταρίχους, ἂν οὕτω τύχῃ, πολλάκις δὲ καὶ σερίδων, ἔν εἴη τὸ τάριχος ἥδιον. καὶ νῦν μὲν ἐπριάμην ἄν, νῦν δ’ ἐπιπλήξας αὐτῇ ἀπῆλθον ἔχων τἀργύριον. οὐ γὰρ ἠνεσχόμην ἀριθμούμενον ὁρῶν καὶ
τὸν μὲν φύλλα διδόναι, ἐμὲ δὲ κερμάτιον.
Declamatio 32. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.