φύσει μίαν ἐπέστησαν τύχην; ἆρ’ οὐ πολλῷ μετριώ- τερον κέχρηνται τοῖς θηρίοις ἢ ἡμῖν; οὐ λέων λέοντος εὐπορώτερος, οὐ λύκου λύκος, οὐ τῶν ἄλλων οὐδὲν οὐδενός. πάντα ἐν ὄρεσι καθεύδει, πάντα τοῖς αὐτοῖς τρέφεται, πάντα ὕδωρ πίνει. κοιναὶ μὲν πηγαί, κοινοὶ
δὲ ποταμοί. πένεσθαι δὲ καὶ πλουτεῖν παρ’ ἐκείνοις οὐκ ἔστι, διόπερ οὐδὲ φθονεῖν.
Declamatio 30. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.