μὴ ἔστωσαν εὐθύναι τῶν περὶ τὰ σώματα. τί οὗν ἐγκα- λέσαι τις ἄν, ὦ βουλή, μάλιστα, καὶ τί τὴν πολλὴν 1 2 3 ἀδικίαν ἔχει καὶ μέμψιν; ὅτι κατασκευάσαντες ἡμῖν οὕτω τά τε σώματα καὶ τὸν βίον ὥστε καὶ] χρημάτων δεῖν εἰς σωτηρίαν, οἰκίας, ἐσθῆτος, διακόνων, ὑποζυ- γίων, σκευῶν, ἀργυρίου, χρυσίου τοῖς μὲν πολλὰ
ταῦτα καὶ μεγάλα νέμουσι, τοὺς δ’ ἐν ἀχρηματίᾳ ζῆν ἀναγκάζουσιν. εἶτ’ ὄνομα μὲν κοινὸν ἐλεύθεροι, τὰ δὲ ἔργα τῶν μὲν ἃ δεσποτῶν ἐστι, τῶν δὲ ἃ δούλων. 4
Declamatio 30. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.