ἀποθήσονται τὴν δειλίαν, καὶ τὸ βουλευτήριον ὄψεσθε, μεστὸν ἐπειγομένων ἀποθανεῖν. ἀνοιγνύτω τις τοῖς πένησι τὴν ὁδόν, καλείτω τις δι’ ἐμοῦ πολλοὺς ἐπὶ τὸ κώνειον. δούλοις μὲν ἐπιεικέσι δεσπότης χρηστὸς ἀναι- ρεῖ τὴν δουλείαν, ἐλευθέροις δὲ δυστυχοῦσιν ἀληθὴς
ἐλευθερία ὁ θάνατος. παραινῶ δὲ καὶ τῇ πόλει μὴ μετρίως φέρειν τὴν τῶν ὁμόρων εὐδαιμονίαν, ἀλλ’ ἢ ταπεινοτέρους ἔχειν ἢ μέγα δυναμένων ἀλγεῖν. φαίην δ’ ἂν ὅτι καὶ κατεσκάφθαι πόλει βέλτιον ἢ παροικεῖν ἀμείνοσιν.
αὐτὸν φερομένων;
εἴρηται κακόηθες, ἀλλὰ κἂν ἄλλον κωλύσαιμι. μηδεὶς οἰέσθω τοῦτον ἱερὰ σεσυληκότα πλουτεῖν ἢ διορύξαντα τοίχους ἢ κεκινηκότα τάφους ἢ προσθέμενον τοῖς πο- λεμίοις. ἄπεστιν αἰτία φαύλη τῆς εὐπορίας. ἀλλ’ ὥσπερ οὐκ ἐπιλαμβάνομαι τῶν τρόπων, οὕτω λοιδοροῦμαι τῷ
δαίμονι, δι’ ὅν, ὦ γειτόνων εὐδαιμονέστατε, πίνω τὸ κώνειον.
Declamatio 30. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.