τοῦ κοινοῦ πλέθρα γῆς, ἀργυρίου μνᾶς, ἕτερα τοιαῦτα, ἐφ’ οἷς οἱ κακοήθεις ἠγανάκτουν· ἀπὸ τῶν τοιού- των ψηφισμάτων ἡ πόλις ἀπορεῖ καὶ διὰ τὰς τοιαύτας χάριτας ἡ διοίκησις καταβλάπτεται. νῦν τοίνυν τί τοιοῦτον ἔστιν εἰπεῖν; οὐ γῆν αἰτῶ
παρ’ ὑμῶν, οὐκ ἀργύριον, οὐ σίτησιν οὐδ’ ἀξιῶ τὴν ὑμετέραν φιλανθρωπίαν ἴσα δυνηθῆναι τῇ τοῦ γείτο- 1 2 3 νος τύχῃ. φάρμακον αἰτῶ, κώνειον ζητῶ, τελευτῆς ἐρῶ.
Declamatio 30. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.