ἐξουσίαν παραλαβὼν ἄρχῃ καὶ τυραννεύῃ. τὸ γὰρ ἐν τῷ κρατεῖσθαι πάλαι βεβιωκέναι καὶ τὸ τυράννων ἀπό- γονον τὸν ἐπιτάττοντα φαίνεσθαι τῆς τῶν ὑπακουόν- 1 2 τῶν ἀγανακτήσεως ἀφαιρεῖ. ὅταν δ’ ὑπηρέτης ὤν τις καὶ μηδεὶς μηδαμόθεν, ἄδοξος ἐξ ἀδόξων, ἀνελὼν τοὺς νόμους ἐλαύνῃ τοὺς αὑτοῦ βελτίονας, τοῦτ’ ἤδη πᾶσαν ὀργὴν ἀπαιτεῖ καὶ λύπην, καὶ ὅστις ἐλευθερίας ἐπιθυ- μητής, οὗτος καὶ τελευτῆς.
Declamatio 30. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.