παλαιοῦ βιαίοις οἱ τὰς ὄχθας ὑπεραίροντες λυμαίνον- ται τὰς ἀρούρας κατασύροντες τῶν γεωργῶν τοὺς πό- νους. τούτοις τὸ τὴν συμφορὰν ἄνωθεν συμπροελθεῖν 1 2 εἰς παραμυθίαν ἀρκεῖ καὶ τὸ τὰ εἰωθότα πεπονθέναι νουθεσία πρὸς τὸ καρτερεῖν καθίσταται. ὅταν δὲ πρᾷος καὶ μέτριος ποταμὸς καὶ μηδεπώποτε ἐξυβρίσας ὑπερ- βὰς τὸν τεταγμένον ὅρον ἐπικλύσῃ τὴν γῆν ἢν οὐ
πρότερον ἔφθειρεν, ἡ καινότης ἔχει τὴν ταραχὴν καὶ τοῖς παθοῦσι τὸ τῆς προσβολῆς ἄηθες ταράσσει τὰς 3 γνώμας.
Declamatio 30. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.