μὲν οὖν ἄλλοι δαιτυμόνες ἤσθιόν τε καὶ ἔπινον, ἐγὼ δὲ ἴδιον, ἐκαλινδούμην, ἔτριβον τὴν κεφαλήν, οὐ μετ- εῖχον ἐδωδῆς, ἀπεωθούμην ἐκπώματα καί που καὶ σφοδρότερον ἀναστένων ἐξήλεγξα τὸ πάθος, ὥστε καὶ γέλωτα παρεῖχον τοῖς συμπόταις ἤδη μεθύουσιν. ἦν
γὰρ δὴ παρὰ τῷ γείτονι τοσοῦτος οἶνος ὅσονπερ ὕδωρ. αὐλητρίδες τὰ ἐντεῦθεν καὶ ηὐλούμεθα μέχρι πόρρω τῶν νυκτῶν.
Declamatio 30. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.