γὰρ εἰσῆλθον, πολλοῖς τοξεύμασιν ἐβαλλόμην τὴν ψυχὴν διὰ τῶν ὀφθαλμῶν· ἑώρων ἡμικύκλιον ἠσκη- μένον, τάπητας ἐπὶ βάθρων, | τράπεζαν ἐξ ἀργύ- 1 ῥοῦ, ὀψοποιούς, οἰνοχόους, χρυσίδας, πινακίσκους, δί- σκους, ὄψα ποικίλα, Θάσιον οἶνον, πλῆθος διακόνων,
2 3 4 σπουδὴν μετὰ σιγῆς, τὰ δὲ αὐτὰ βλέπειν τε ἐπειρώ- ἐπειρώμην ἀκριβῶς καὶ βλέπων ἠνιώμην. ἐπὶ πάντα μὲν εἱλκόμην, πανταχόθεν δὲ ἐπληττόμην. μὴ θεάσασθαι μὲν οὐκ ἠνειχόμην ^ θεώμενος δ’ ἀπωλλύμην.
Declamatio 30. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.