καινοτομοῦσιν, ἐμοὶ παραινοῦσιν ἀποθανεῖν. χωρούν- των γὰρ ἡμῖν, ὡς ἔφην, τῶν πραγμάτων πρῴην, ὦ βουλή, τῷ πένητι καὶ φίλῳ, — πῶς εἴπω; πῶς διεξ- 1 2 3 4 5 6 ἔλθω; πῶς ἀρκέσω διηγήσει πικρᾷ; τρόμῳ κατείλημ- μαι καὶ λειποψυχῶ καὶ κατατείνομαι καὶ πάσχω δει- νότατα ἀνθρώπων. ὧν γὰρ ὅπως ἔξω γενοίμην, ἀποθα- νεῖν βούλομαι, ταῦθ’ ὅπως ἀποθανεῖν μοι γένοιτο, λέγειν ἀναγκάζομαι — πρῴην τοίνυν, — δεῖ γάρ με
καὶ τοῦθ’ ὑπομεῖναι, διηγεῖσθαι ταῦτα ἃ μηδ’ ἂν ἀκούων ἤνεγκα — ἐξελθὼν ἴωθεν καὶ κεκλεισμένας ἰδὼν τὰς τοῦ γείτονος θύρας οὐκ εἰωθὸς ὂν προσελθὼν <καὶ> κρούσας ἐκάλουν. ὡς δ’ οὐδεὶς ὑπήκουε, σφόδρα κόπτων καὶ βοῶν μόλις ἤκουσα παρά του τῶν
ἔνδον ἀπιέναι, δεῖν γὰρ ἐκεῖνον εἴσω μένειν. τί τοῦ- το; ἔφην. ἀρρωστεῖ; πῶς οὖν οὐκ εἰσκαλεῖ; χα- λεπόν τι συμβέβηκεν ἔτερον; | οὔκουν ὁ 7 καιρὸς φίλου; τὴν γυναῖκα πλημμελήσασαν ἐπανορθοῖ πληγαῖς; πολλάκις τοῦτ’ ἐν ὀφθαλμοῖς
ἡμῶν πέπρακται.
Declamatio 30. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.