ἐγγύθεν γὰρ ἦν τὸ κουφίζον, πενία γείτονος. ἔστιν ἀργύριόν σοι; πολλάκις ἠρόμην. ὁ δὲ ἀπέφησε. τοῦτό με εὔφρανε. σοὶ δ’ ἔστι; πάλιν ἐκεῖνος ἤρετο. μόλις, ἔφην, ὀβολός. κἀκείνῳ τοῦτο ἥδιστον. ᾔδειμεν γὰρ ὧς, ἕως ἂν ὦμεν ὅμοιοι τὴν τύχην, καὶ φίλοι, πλοῦ-
τος δ’ ὑπεροψίαν ἐμποιῶν κινεῖν φιλίας πέφυκε. καὶ τοῦτ’ ἦν ἄρα τὸ λεγόμενον ἰσότης φιλότης, τὸ μη- δαμῆ τὸν ἕτερον ὑπεραίρειν θατέρου.
Declamatio 30. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.