ἀλλ’ ἐπῆκται νόσον ἢ μανίαν ἢ οὐκ οἶδ’ ὅ τι φῶ 1 περὶ τοῦ πράγματος. δοκεῖ εὐδαιμονεῖν ἑαυτῷ | καὶ οὕτως οἴεται, πράττει δὲ κάκιον <ἢ> ὧς ἂν ρώμενος ἑαυτῷ. μισεῖ τὸν πλοῦτον, ἀποστρέφεται τὴν τρυφήν. τὴν <μὲν> προτέραν εὐδαιμονίαν
ἡγεῖται, τῶν δὲ παρόντων κακῶν ἐραστής ἐστιν. αὐχ- μηρός ἐστι τὴν κόμην, ὠχρὸς τὴν χρόαν, κατηφὴς τῷ βλέμματι, ῥυπῶν τῷ σώματι καὶ μέχρι ἱματίου τοι- οῦτος ὑπαίθριος ταλαιπωρῶν, χαμευνῶν ἀνέχεται· τὸν ἥλιον φέρει, πρὸς κρύος ἀποδέδυται, κατείληπται δὲ
λιμῷ, καίτοι αὔταρκες σίτου μεταλαβεῖν αὐτῷ καὶ 2 3 ὕδατος εἰς κόρον ἐλθεῖν. καὶ βραχὺ καταδαρθὼν τὰ πολλὰ τῆς νυκτὸς διαγρυπνῶν μελαγχολᾷ.
σφᾶς αὐτοὺς ὡς ἀδικοῦντας καὶ πιέζειν ἀγρυπνίᾳ καὶ λιμῷ καὶ πόνοις, τοὺς ὠχριῶντας λέγω, τοὺς ἀνυπο- δήτους, τοὺς γυμνοὺς ἐξ ἡμισείας, οἷς ἀπεύξαιτ’ ἄν τις καὶ περιτυχεῖν.
Declamatio 29. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.