οἰκείαν ἔχων, ἀλλ’ οὐκ ἔχω ὅ τί ποτε φῶ περὶ αὐτοῦ, ἐμοὶ μὲν γὰρ οἴχεται, ἐμπνεῖ δ’ ἑαυτῷ μόνῳ. καὶ δο- κεῖ ζῆν καὶ περιεῖναι, ἔξω δὲ τοῦ βίου παντός ἐστιν. οὐ γυμνάσια τοῦτον ἔχει — ἀπόλωλεν; ἤρετό τις. τοῦτο μὲν γεγονὸς ἂν εἴποι τις· μή ποτε, ὦ θεοί —
οὐ μὲν καὶ λουτρά, οὐδὲ ἐν πότοις ἄνθρωπος ἔτι οὐδ’ 1 2 3 4 ἐν ἑστιάσεσιν, ἀλλὰ τοῦ βίου παντὸς ἔξω τυγχάνων, ὧς ἂν εἴποι τις, καὶ γυμνὸς ἀπάσης περιβολῆς, εἰ καὶ πλουτῶν ἦν ἄλλοις, κεκτημένος νόσον χαλεπωτάτην.
Declamatio 29. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.