ἐπαινῶν, ἀνιώμενος ὅτι μὴ διπλῆν μοι καὶ τριπλῆν τὴν γαστέρα ἔχειν ἐξῆν, ἦν γὰρ πάντα ἄφθονα, καὶ 1 2 διερρηγνύμην ἐμπιμπλάμενος. ἐσπέρα πάλιν καὶ ὕπνος ἀφρόντιστος. οὔτε γὰρ ἀποδόσθαι τι ἐχρῆν οὔτε ὠνή- σασθαι, ἀλλὰ καὶ μέχρι τῆς εὐνῆς ἄλλος ἦν ὁ φρον- τίζων τοῦ πράγματος, ἄριστον αἱρεῖσθαι, δειπνεῖν
πολυτελῶς. πενίαν οὐκ ἐδεδοίκειν, τοῦ πλουτεῖν οὐδὲν ἐδεόμην.
Declamatio 29. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.