μὲν ἔπραττέ τι κατ’ ἀγοράν, ἐμοὶ δ’ ἔργον ἦν | 1 περὶ τὸ ἄριστον ὅπως ἕξει καλῶς ἡμῖν προνοεῖν καὶ τὴν ὥραν ἀπήγγελλον, ἐπιταχύνειν ἔπειθον, καὶ μετὰ ταῦτα ἐνεπιμπλάμην ἀπάντων ἁπτόμενος, πάντα ἐπαι- νῶν, τὰ δεύτερα μᾶλλον ἀεὶ τῶν προτέρων ἀποδεχό-
μένος, καἰ ἤδη διατηρήσων εἰς ἑσπέραν τὰ περιόντα ἐταμιευόμην. ὕπνος ἦν ἐπὶ τούτοις ἥδιστος καὶ τὴν ἑστίασιν ὠνειροπόλουν.
Declamatio 29. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.