<πρὸς> ἑτέραν δ’ ἐτραπόμην τοῦ τάχους μηχανήν, μὲν ἤλπιζον ὁ δυστυχής, σωφρόνως, ὧς δ’ ἤλεγξε τοὖργον, ἐπισφαλῶς. τὴν γὰρ διὰ τῶν ποδῶν ἀτιμάσας διακονίαν, καίτοι γε πολλάκις οἶδα πτηνῷ παρεικασθείς, ὅτε καιρὸς ἐπὶ δεῖπνον ἐκάλει, τρέχειν ἐπενόησα κατὰ
τοὺς Μηδῶν ἀλαζόνας ὁ πάντα περιττὸς καὶ ἐφ’ ἵππου στειλάμενος εὐπρεπῶς οὕτως ἐπείγεσθαι παρὰ τὸν κεκληκότα. τάχος τε γὰρ οὕτως ἡγησάμην προσθήσειν 1 2 τῷ σπουδάσματι καὶ τοῖς ἐντυγχάνουσιν ἔσεσθαι περι- φανέστερος.
Declamatio 28. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.