γησεν ἡ Τύχη, τότε βασκανίᾳ δαίμονος, οὐκ οἶδ’ ὅπως, ὥσπερ ἐν πολιορκίᾳ μεμένηκα ἄσιτος καὶ διπλῇ τρυ- χόμενος ἀσιτίᾳ τεταλαιπώρημαι. τῆς τε γὰρ προσδοκω- μένης εὐωχίας ἐν παρασκευῇ γεγονὼς ὅλον ἐμαυτὸν ἐκένωσα πρὸς ὑποδοχὴν τῆς ἐλπιζομένης πλησμονῆς
διαμαρτών τε ὧν ἤλπισα τὴν συμφορὰν οὐκ ἔσχον ἑτέρωθεν ἐπικουφίσαι. τί οὖν ἕτερον ἢ θάνατος ἔσται μοι τοῦ κακοῦ λύσις;
ἕτερον ἀγαγεῖν ἀλλ’ ἢ ἐμαυτοῦ ἀβουλίαν μόνην κατα- μέμψασθαι. οὐκ οἶδα δ’ ὅ τι πρῶτον ὀδύρωμαι τῶν 1 2 3 συμβεβηκότων, μᾶλλον δὲ οὐδ’ αὐτὰ δίδωσιν ὀδύ- ρεσθαί μοι τὰ δάκρυα, πότερον τὴν ζηλωτὴν ἐκείνην καὶ μακαρίαν κλῆσιν ἢ τὴν περίβλεπτον πορείαν, μᾶλλον δὲ πομπὴν ἣν ἐπὶ δεῖπνον αὐτὸς ὁ δείλαιος
πομπεύων ᾠχόμην, ἢ τὴν περὶ τὸ δεῖπνον αὐτὸ συμ- βᾶσαν ἀτυχίαν ἢ τὸ κατὰ τὴν οἰκίαν ὕστερον σκότος καὶ τὴν ἑστίαν τὴν ἀφεγγῆ καὶ τὸν ἀπολέσαντά με λιμόν, ὅς οὐδ’ ὀδύρασθαι σαφῶς ἔπιτ’ ῥέπει μοι τὸ συμβεβηκός. βιαστέον δ’ οὖν ὅμως ἃ πέπονθα πρὸς
ὑμᾶς ἄνωθεν εἰπεῖν, ἐπεὶ καὶ τοῖς ἀλγοῦσι φέρει παραμυθίαν ἃ πάσχουσι πρὸς ἑτέρους ἐξαγγέλλειν.
ἄλλως ἐκ παιδὸς τὸ περισπούδαστον ἐκεῖνο μάθημα τοῖς περὶ τραπέζας πονουμένοις ἤμην πρὸς ἐμαυτὸν ἐκμανθάνων οὐδέν τι παυόμενος τοῖς ἐπὶ δεῖπνα 5 6 7 πρώτοις ἀπηντηκόσιν ὅ τε νοῦς σωφρονεῖ καὶ ὁ τόπος εὐτρεπής. τότε δ’ ὡς ἐδεξάμην τὸ σύνθημα, πολλῷ πλέον εἰς ὀξύτητα διηγειρόμην.
Declamatio 28. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.