ἤνεγκα ῥᾳδίως, ἀλλ’ ὁμοίως ἂν ἠγανάκτησα. οὐδὲ γὰρ κινεῖσθαι χρῆν ὅλως, ἀλλ’ ὥσπερ λίθον ἑστά- ναι ἢ μηδὲ ὅλως ἰδεῖν πεπτωκότα ἢ ἰδόντα πεσεῖν καὶ αὐτόν, τὴν γὰρ αὐτὴν δήπουθεν ὁδὸν ἐβαδίζομεν καὶ οὐκ ἐμοὶ μὲν ἦν ὀλισθηρά, σοὶ δὲ βέβαιος ἐπι-
βαίνειν, οὐδὲ σὺ μὲν ἔνηφες, ἐγὼ δὲ ἐκραιπάλων, ἀλλ᾿ ἵνα ἑστιαθείης γελῶν καὶ εὐφράναις σαυτόν, βεβαίως τε ἔστης ἐπὶ τοσούτου πηλοῦ καὶ οὕτως ὀλισθηροῦ, καὶ οὐκ ἐς κόρακας, ἀλλ’ ἐμοὶ προσεῖχες τὸν νοῦν.
Declamatio 27. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.