τῆς ἐσχατιᾶς ἀποσταῖεν. οὐδὲ γὰρ ὑμεναιούντων, ἀλλὰ μαινομένων ἡγοῦμαι τὸν τῶν γελώντων εἶναι χορόν. καὶ οὐκ ἄνθρωποι μόνον πλημμελεῖν μοι δοκοῦσιν ἁλισκόμενοι τούτῳ τῷ πάθει, ἀλλὰ καὶ τὸ μοσχίον εἴ ποτε ἐσκίρτησε, κατέαξα λίθοις αὐτοῦ τῶν ποδῶν, καὶ
ὁ κύων εἰ σαίνει με προσιόντα, τῇ σκαπάνῃ συνθραύω. γεωργῶ δὲ ἀγρὸν οὐ, μὰ Δία, χλιδῶντα καὶ δένδροις κατάσκιον, ἀλλ’ ὄχθον τραχύν, θύμον γεωργοῦντα καὶ σφάκον, καὶ ἡδίων οὗτος ἐμοὶ ὧν ὑμεῖς γεωργεῖτε καταγελάστων κηπίων, οὐ γὰρ ἀγροὺς ἂν τὰ τοιαῦτα
καλέσαιμι.
μετὰ ζώων οἵων ἄρτι κατέλεξα μόνος τῶν ἐκεῖθεν γε- λᾷς καὶ ταῦτα ἐμοῦ κατὰ γῆς ἐρριμμένου.
Declamatio 27. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.