λιμένα, τὴν οἰκίαν. ἀλλὰ καὶ ταύτην ἐνέπλησέ μοι χει- 1 2 3 4 μῶνος ἡ γλῶττα τῆς γυναικός, καὶ τόπον ἔχοντα γα- λήνην εὑρεῖν οὐκ ἔχω. τοῖς πολεμοῦσι μεμηχάνηταί 5 | τις ἀναψυχὴ τὸ μεταξὺ σπείσασθαι τῆς ἐκεχει- ρίας, ἐμοὶ δὲ ἀνάπαυλα τῆς κακοπαθείας οὐδαμόθεν.
καὶ γὰρ ὁσάκις ἐνόσησεν ἡ γυνή, τὰ μὲν ἄλλα οἷς οὐκ ἀποκναίει με νενόσηκεν, ὀφθαλμούς, χεῖρας, γαστέρα, πόδας, ἡ δὲ μιαρὰ φωνὴ παντάπασιν ἄνοσος. κρείττων ὅλως ἢ καμεῖν. οὐ βράγχος τῇ φάρυγγι προσ- έπεσεν, οὐχ ἕλκωσις τὴν γλῶσσαν κατέλαβεν, οὐ ῥεύ-
μάτος προσβολὴ τὴν σταφυλὴν ἐξώγκωσεν, οὐδὲν τῶν ἀφαιρουμένων τὸ λαλεῖν ἐγκατέσκηψεν. ᾧ τοίνυν μήτ’ ἔξω ζῆν ἔστι μήτ’ εἴσω, τίς λόγος; τίς λοιπὴ δίαιτα; οὐχ ἡ τοῦ Πλούτωνος;
Declamatio 26. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.