ἀχθήτω λόγος. οὐ δεῖ διακενῆς τὸ θέατρον τῷ ποιητῇ 1 2 3 συνελθεῖν. παρέξω τι δρᾶμα ὡς ἀληθῶς. ἔχω λόγον ἐπιτήδειον εἰπεῖν ἐμαυτῷ, δρᾶμα Ἀττικόν, δρᾶμα Μακεδονικόν, οὐκ Ἀρχέλαον Εὐριπίδου, ἀλλὰ Φίλιπ- πον Δημοσθένους, ὥσπερ δέ τινα ἐπιτήδειον ἀκοῦσαι
καὶ τοῖς ἄλλοις ῥήτορσι. ποῦ ποτ’ ἐστὶν Ὑπερίδης; ποῦ Λυκοῦργος; ποῦ Διότιμος; ποῦ δὲ Ἡγήσιππος; ποῦ δὲ οἱ λοιποί, οὑμὸς θίασός ποτε καὶ χορός;
Declamatio 23. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.