Δημοσθένην Φιλίππου τὸν ἐκ Μακεδόνων. τί οὑν μὴ Πυθὼν ἐλθὼν πολιτεύεται; πῶς πρεσβεύσω παρὰ τοὺς Ἕλληνας, τοὺς τῆς ἐμῆς ἐκδόσεως θεατάς; μὴ γὰρ ἔλαθον; μὴ γὰρ ἠγνοήθην; ἅπαντες ᾔσθοντο. βασιλεὺς ὁ Περσῶν ἐπύθετο. ἐφ’ ᾦ καὶ ὀργίζεσθαί φασι λέγοντα
αὐτόν· ἡμῖν δὲ οὐκ ἔδοσαν γῆν καὶ ὕδωρ <καὶ> Φιλίππῳ φθονεῖν.
προπετῶς ἐπέσχον καὶ πρὸς ἐμαυτὸν τὸ Αἰσχύλου λέγω πολλάκις· | μέν’, ὦ ταλαίπωρ’, ἀτρέμα σοῖς ἐν 3 δ’ ἐμ νέοις. ἤδη δέ ποτε καὶ ὄναρ δημηγορῶν ἀναστὰς τῇ ψυχῇ
καταμέμφομαι· οὔπω σωφρονεῖς; τί πλανᾷ; τί φαντάζῃ, δυστυχής; ἄλλως γάρ· οὐκ ἔχεις ἀπελθεῖν εἰς Μακεδονίαν.
Declamatio 23. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.