τευομένους χαρίζεσθαι, ὅς οὔτε ἀπορεῖ που τῶν πολι- τευομένων καὶ πρὸς αὐτὸν φιλοτιμουμένων κἂν αὐτός ποτε παρ’ αὑτοῦ τὰ δέοντα ἔχοι ποιεῖν καὶ φρονεῖν, ἀλλὰ τὸν δῆμον αὐτοῖς μεταδιδόντα παρρησίας αἴρειν καὶ μεγάλους ἐκ μικρῶν καὶ φανεροὺς ἐξ ἀφανῶν
ἐκείνους ποιεῖν συμβούλοις χρώμενον. διόπερ κηρύττει τὸ δημοτικώτατον τῶν κηρυγμάτων τίς ἀγορεύειν βούλεται; δηλῶν ὡς ὅστις οὐ βούλεται, μηδεμίαν ἀνάγκην οὖσαν αὐτῷ. ὅπου γὰρ τὸν ἐκ τῆς αὑτοῦ γνώμης ὡρμημένον ὁ νόμος καλεῖ τὸ βούλεσθαι θέμε-
νος ὅρον τοῦ λέγειν, αὐτὸς ἀφεῖται τοῦ λέγειν ὅτῳ μὴ μετείη τοῦ θέλειν.
καὶ κατὰ τῶν οὐ λεγόντων ἐστὶ γεγραμμένος; οὐδὲ 1 2 3 εἷς. ἀλλὰ μὴν εἰ καὶ μὴ βουλομένους ἔδει πολιτεύεσθαι καὶ κρίσεις ἔμελλον ἔσεσθαι τοῖς οὐ λέγουσιν, ἦν ἄν τις καὶ τιμωρία προειρημένη τῷ σεσιωπηκότι. ὅτε τοί- νυν οὐχ οὕτως ἔχει, κύριος ἕκαστος ἀφεῖται τοῦ λέγειν ἤ Ι μή. ἃ γὰρ οὐ κεκέλευσταί τις ποιεῖν, ταῦτα RIV 290 οὐδὲ μὴ ποιεῖν κεκώλυται.
τις φθάνοι πᾶσαν διώκων τὴν πόλιν. ἀλλὰ γὰρ εἰ τοῖς πλείστοις ἔξεστι σιωπᾶν καὶ οὐδένα ὑμεῖς τῶν μὴ βουλομένων πράττειν τὰ κοινά, ἀλλὰ ἰδίᾳ τὴν ἡσυχίαν ἄγειν ἄκοντα καὶ βιαζόμενον εἰς τοῦτο ἕλκετε, τί δήποτε μόνῳ πάντων Ἀθηναίων ἐμοὶ ταύτης οὐ
μεταδώσετε τῆς ἀδείας καὶ τῆς ἐπιεικείας τῆς πᾶσι κοινῆς;
Declamatio 23. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.