μόνος γὰρ τῶν πώποτε οὐχ ὑπὲρ ὧν ἀδικῶ κρίνομαι, 1 2 3 ἀλλ’ ἐξ ὧν οὐδὲν ἀδικῶ, ὅτι ταῦτα προειλόμην ἀφ’ ὧν οὐδὲ τοῖς θέλουσιν οἷόν τέ ἐστιν ἀδικεῖν.
καὶ στρατεύεσθαι τῷ σώματι καὶ τὰ ἄλλα ὅσα ἐν δη- μοκρατίᾳ πολιτευομένους ὀφείλειν, ὑπελάμβανεν. ἐκεῖνα μὲν γὰρ ἑκάστῳ προείρηκε ποιεῖν, τὸ λέγειν δὲ ἐφ’ ἑκάστῳ κατέλιπεν ὥσπερ ἄν τις πρὸς τοῦτο γνώμης καὶ δυνάμεως ἔχῃ. εἰκότως. καὶ γὰρ ἠπίστατο ὅτι
τριήραρχος μὲν καὶ στρατηγὸς ἄκων καὶ στρατιώτης κελευόμενος οὐδὲν ἂν βλάψειεν ὑπὸ τῆς ἀνάγκης, ὁ δὲ παρὰ γνώμην λέγων καὶ γράφων, εἴτε ἀδύνατος ὢν εἴτε ἀπεστραμμένος ἐπὶ τοῦτ᾿ ἀχθείη, πάντως ὑπ’ ἀγνοίας ἢ χωρὶς εὐνοίας πολιτευόμενος ἀδικήσειεν ἢ
βλάψειεν ἄν. πρὸς δὲ τούτοις μόνους τούτους τῶν ἐν τῇ πόλει πραγμάτων καὶ πλείους τῶν ἱκανῶν | 4 ἐπιθυμοῦντας ἠπίστατο, ὥστε οὐχ ὅπως καὶ τοὺς 5 6 7 8 ἄκοντας ἐροῦντας ἠξίου συγκαλεῖν, ἀλλ’, εἴπερ ἦν, καὶ τούτων ἀφελεῖν ἄμεινον ἡγεῖτο.
Declamatio 23. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.