αὑτῷ φησι δεῖν, πιστεύσαντας εἶτα συλλογίζεσθαι τοῦτο, ὅτι ὁ χθὲς χρηστὸς οὐκ ἂν δήπου <τήμερον> 1 2 πονηρὸς γένοιτο οὐδὲ ὁ δοὺς ὑπ’ εὐνοίας τῆς πρὸς ὑμᾶς αὑτὸν ἀπροφασίστως εἰς τὰ κοινὰ οὗτος ἑκὼν ἐκ τούτων ἀπῆλθεν ἐκ μηδενὸς εἰκότος, ἀλλ’ ἀδύνατος ἤδη γεγενημένος ἢ μηδὲ λυσιτελήσειν ἔτι τῇ πολιτείᾳ νομίζων ἢ μηδένα καιρὸν ἔτι αὑτοῦ τοῖς πράγμασιν
εἶναι δοκῶν. ἢ τί πάντως δι’ ἄλλο τῶν δικαίων ἀπὸ τῶν κοινῶν ἀπιὼν ᾤχετο; ταῦτα γὰρ εἰκὸς καὶ δίκαιον ὑπολαμβάνειν κατ’ ἀνδρὸς πολὺν χρόνον πεπολιτευ- μένου καὶ τὴν πρὸς τὸν δῆμον εὔνοιαν πολλοῖς καὶ μεγάλοις ἔργοις ἐπιδεδειγμένου, εἴπερ ὁ αὐτὸς ἀληθῆ
λέγει.
πάντως ἄλλο τι κοινὸν διοικούντων κρίσιν κρίνομαι, κατηγοροῦμαι δὲ οὐδὲν ἄλλο ἢ τοῦτο ὅτι τῆς πολι- τείας ἀφέστηκα καὶ τῶν κοινῶν οὐδὲν περιεργάζομαι. πῶς οὖν οἷόν τε τὸν δῆμον ἀδικεῖν ὅς ὑπὸ τῶν λε- γόντων καὶ πολιτευομένων ἀδικεῖται μόνον ἐμὲ τοῦ-
’τον ἰδιώτην ὄντα τινὰ καὶ μήτε δυνάμεις τινὰς παρει- ληφότα μήτε χρήματα μήτε καιροὺς μήτε πράγματα πεπιστευμένον, τὸ δὲ ὕστατον, μηδὲ λέγοντά τι; 4 5
Declamatio 23. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.