ποτε κατηγόρων ἐπαινῶν ἀπολέσαι βούλεται | 1 πολίτην ἀγαθὸν καὶ γενναῖον σύμβουλον καὶ ῥήτορα 2 3 4 5 θαυμαστόν τινα καὶ μόνον μὲν ἄνδρα καὶ τῇ πόλει [καὶ τοῖς πράγμασι] καὶ τοῖς πᾶσιν Ἕλλησιν εὔνουν, μόνον δὲ παρηκολουθηκότα τοῖς πράγμασιν ἀποκαλῶν, ὥσπερ οὐκ εἰσηγγελκώς με νῦν, ἀλλὰ χρυσοῦν στέφα-
νον γεγραφώς. καὶ ταῦτα ἐν τῷδε διὰ τὴν ἀρετὴν ὑμᾶς ἐμοῦ καταψηφίσασθαι κελεύει ὥσπερ ἂν εἰ τὸν κάκιστον τῶν προδοτῶν τῆς Ἑλλάδος ἔκρινε λαβών. οἴεται γὰρ τοῖς παραδόξοις ἐπαίνοις πιστὸς γενόμενος οὐκ ἔχθρᾳ δόξειν τοῦτο ποιεῖν· πῶς γὰρ ὅστις μοι
τηλικαῦτα μαρτυρεῖ, δίκαιος ἂν εἴη τἄλλα κατηγορεῖν;
Declamatio 23. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.