θρασὺς εἶπόν τι καὶ τοιοῦτον· ἐξέστητε, ὦ Ἀθη- ναῖοι, α τῆς ὑποθέσεως καὶ προσέθηκα τὴν περὶ ἐξόδους ὑμῶν ἀργίαν, τουτὶ γὰρ ἑώρων οὐχ ἥκιστα τὸ μέρος τῇ πόλει κατημελημένον, ὑπὲρ δὲ τῶν εἰς τὸν βωμὸν τουτονὶ τιμῶν ὧς κατερρᾳθυμημένων οὐδεπώ-
ποτε ἐπιτιμήσας οἶδα. οὐδὲ γὰρ ἑώρων τοιοῦτον οὐδὲν περὶ αὐτὸν συμβαῖνον, ἀλλὰ καίτοι τἄλλα πολὺ τοῦ τῶν προγόνων ἀφεστηκότες τρόπου καὶ τὴν ἐν τοῖς θεάτροις ἡδονὴν ἔμπροσθεν τῆς ὑπὲρ τῶν | Ἑλλή- 1 νῶν προνοίας πεποιημένοι τοὺς περὶ τοῦτον νόμους
ἀκριβῶς ἐτηρήσατε καλῶς εἰδότες ὅτι τῇ πόλει δόξαν οὐ τὸ τοὺς ἐχθροὺς ἐν γῇ καὶ θαλάττῃ δύνασθαι 2 3 νικᾶν ἤνεγκε μᾶλλον ἢ τὸ φιλανθρώπως διακεῖσθαι τὴν γνώμην καὶ πρὸς οἶκτον ἔχειν ἑτοίμως καὶ τὸν Ἔλεον ἐν τοῖς θεοῖς ἀριθμεῖν.
Ἄπεμψε α Φίλιππος βουλόμενός με παρ’ ὑμῶν πρᾶγμα εἰκὸς ποιῶν, τὸν ὑπὲρ ὑμῶν ἀντιτεταγμένον αὐτῷ καὶ πολλῶν αὐτὸν ἐκκεκρουκότα λιμένων, πόλεων, τόπων καὶ τὸν δῆμον οὐκ ἐῶντα καθεύδειν ὑποχείριον ἐπιθυμῶν ἔχειν. τῷ μὲν οὖν τοιαύτας ὡς ὑμᾶς φοιτᾶν
πρεσβείας θαυμαστῶς ὡς ἤλγουν, εἶχον δὲ ὅτῳ καὶ ἡσθείην ἂν παρ’ αὐτῶν. μαρτυρία γὰρ δήπου τοῦτό γε σαφὴς ἐμὲ μάλιστα τῶν ἐν τῇ πόλει ταῖς ἐπιθυ- μίαις ἐμποδίζειν ἐκείνου. τὸ γὰρ <ἐμὲ> α μόνον δηλοῦντος ἦν ὡς οἱ μὲν αὐτα συμπράττουσιν, οἱ δ’ οὐ
σφόδρα λυποῦσι, Δημοσθένης δέ ἐστιν ὁ μεγάλων καὶ πολλῶν ὀφείλων δίκην Μακεδόσιν.
Declamatio 22. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.