λόγους Ι οὓς νῦν ἀκούσεσθε παρ’ ἐμοῦ καὶ τὸν 1 βωμὸν ἀνασπᾶν ἐκέλευον, ὡς ἂν οὐ καλῶς ἔχον ὑμῖν τὸν αὐτὸν θυσίαις μὲν τιμᾶν, τῷ δὲ τοὺς ἱκέτας 2 ἀποσπᾶν ἀτιμάζειν· ἐπεὶ δὲ τουτὶ μὲν ὑπὸ τούτ’ ὢγ τῶν χρηστῶν ὠλιγώρηται τῶν μεγάλας ὑμῖν ὀφειλόν- των χάριτας ἀνθ’ ὧν αὐτοῖς ὅ τι βούλονται ποιεῖν ἐπετρέψατε καὶ ζῆν ἐπ’ ἐξουσίας ἀπάσης, ἔδει δὲ καὶ
τὴν ὑπὲρ τούτου γνώμην μετὰ πολλῶν ὧν πρότερον δεδήλωκα παρ’ ἐμοῦ προτεθῆναι, οὐχ ἡδέως μὲν ἐπὶ τὸ βῆμα τοῦτο ἀναβὰς τὸ πολλὴν μέν μου δεξάμενον καὶ συνεχῆ πολιτείαν, ἀμοιβὴν δέ μοι τοιαύτην ἐνηνοχὸς ὁποίαν ἴστε, τοσοῦτον δ’ οὖν ὑπομενῶ δημηγορῆσαι
καὶ διδάξαι τὴν πόλιν ὡς ἀμείνων ἂν εἴη τὸν βωμὸν ἀνελοῦσα.
οὐκ ἄν ποτε ἐπίστευσα λέγουσι. διὰ τί; ὅτι οὐ τῆς ἐμῆς, ὦ Ἀθηναῖοι, προαιρέσεως οἱ λόγοι, ἀλλ’ ἑτέρων μὲν ἦν ἐκεῖνα, τὸ μὴ μεμνῆσθαι τῶν προγόνων μηδὲ 3 4 μεμνῆσθαι τοῦ φρονήματος μηδὲ μιμεῖσθαι τοὺς πατέ- ρας, ἑτέρους δὲ γενέσθαι, ἐγὼ δὲ πᾶν τοὐναντίον εἰς ἐκείνους βλέπειν ἠξίουν κἀκείνους ποιεῖσθαι παρά- δειγμα τοῦ βίου καὶ μὴ λιπεῖν τὴν παραδοθεῖσαν τάξιν.
Declamatio 22. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.