ἀναγκάζεσθαι πικρῶν ἀκούειν καθ’ ὑμῶν ῥημάτων. ἦσαν γάρ, ἦσαν οἱ παραβάλλοντες τῇ ἐκδόσει τὴν ἄφεσιν, τοῖς Ἀθηναίοις τὸν Φίλιππον, τοῖς πολίταις τὸν ἐχθρόν. ἃ καὶ νῦν μὲν ἀνάγκη πολλαχοῦ λέγεσθαι τῆς Ἑλλάδος. ἐγνωσμένων γάρ, οἶμαι, καὶ τούτων
κἀκείνων εἰκὸς ἑκατέρῳ γίνεσθαι τοὺς προσήκοντας λόγους. ὅπως οὖν μὴ πολλοῖς ἐντεύξομαι τοῦ βωμοῦ μεμνημένοις, εἰς ὅσον οἶόν τ’ ἦν, κρύπτων ἐμαυτὸν ἐχώρουν. ἥκων τοίνυν ἓν τοῦτο ὅπερ ἔφην πολιτεύο- μαι πολίτευμα καὶ γράφω τὸν ἑστηκότα τηνάλλως
ἀνατρέπειν.
κρατοῦσαν ὁ τῇ πρὸς αὐτὸν καταφυγῇ βεβαιώσας αὐτῷ τὸν νόμον; εἰρωνεία ταῦτα ἔστι καὶ παιδιὰ τῶν οὐ βουλομένων εἰδέναι δοκεῖν ὡς ἃ τοῖς ἔργοις ἤδη πέ- πρακται, ταῦτα νυνὶ τυγχάνει λόγου. τίς γὰρ οὐκ οἶδεν ὡς ἀπ’ ἐκείνης ἀπέρριπται τῆς ἡμέρας ὁ βωμός,
ἐν ᾗ τὸν ἱκέτην οὐκέτ’ εἶχεν ἐξελέσθαι;
Declamatio 22. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.